Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.198 Joseph. BJ 4.205 (English) >>Joseph. BJ 4.213

4.202κατὰ μὲν οὖν τὰς συμβολὰς ἐκτρέχοντες ἀεὶ περιῆσαν οἱ λῃστρικοί, τεθυμωμένοι δὲ οἱ δημοτικοὶ καὶ πλείους ἀεὶ γινόμενοι, κακίζοντες τοὺς ἐνδιδόντας καὶ μὴ διδόντες τοῖς τρεπομένοις ἀναχώρησιν οἱ κατόπιν βιαζόμενοι, πᾶν μὲν ἐπιστρέφουσι τὸ σφέτερον εἰς τοὺς ὑπεναντίους· 4.203κἀκείνων μηκέτʼ ἀντεχόντων τῇ βίᾳ, κατὰ μικρὸν δʼ ἀναχωρούντων εἰς τὸ ἱερὸν συνεισπίπτουσιν οἱ περὶ τὸν Ἄνανον. 4.204τοῖς δὲ κατάπληξις ἐμπίπτει στερομένοις τοῦ πρώτου περιβόλου, καὶ καταφυγόντες εἰς τὸ ἐνδοτέρω ταχέως ἀποκλείουσι τὰς πύλας. 4.205τῷ δʼ Ἀνάνῳ προσβαλεῖν μὲν οὐκ ἐδόκει τοῖς ἱεροῖς πυλῶσιν ἄλλως τε κἀκείνων βαλλόντων ἄνωθεν, ἀθέμιτον δʼ ἡγεῖτο, κἂν κρατήσῃ, μὴ προηγνευκὸς εἰσαγαγεῖν τὸ πλῆθος· 4.206διακληρώσας δʼ ἐκ πάντων εἰς ἑξακισχιλίους ὁπλίτας καθίστησιν ἐπὶ ταῖς στοαῖς φρουρούς· 4.207διεδέχοντο δὲ ἄλλοι τούτους, καὶ παντὶ μὲν ἀνάγκη παρεῖναι πρὸς τὴν φυλακὴν ἐκ περιόδου, πολλοὶ δὲ τῶν ἐν ἀξιώμασιν ἐφεθέντες ὑπὸ τῶν ἄρχειν δοκούντων μισθούμενοι πενιχροτέρους ἀνθʼ ἑαυτῶν ἐπὶ τὴν φρουρὰν ἔπεμπον. 4.208

Γίνεται δὲ τούτοις πᾶσιν ὀλέθρου παραίτιος Ἰωάννης, ὃν ἔφαμεν ἀπὸ Γισχάλων διαδρᾶναι, δολιώτατος ἀνὴρ καὶ δεινὸν ἔρωτα τυραννίδος ἐν τῇ ψυχῇ περιφέρων, ὃς πόρρωθεν ἐπεβούλευε τοῖς πράγμασιν. 4.209καὶ δὴ τότε τὰ τοῦ δήμου φρονεῖν ὑποκρινόμενος συμπεριῄει μὲν τῷ Ἀνάνῳ βουλευομένῳ σὺν τοῖς δυνατοῖς μεθʼ ἡμέραν καὶ νύκτωρ ἐπιόντι τὰς φυλακάς, διήγγελλε δὲ τὰ ἀπόρρητα τοῖς ζηλωταῖς, καὶ πᾶν σκέμμα τοῦ δήμου πρὶν καλῶς βουλευθῆναι παρὰ τοῖς ἐχθροῖς ἐγινώσκετο διʼ αὐτοῦ.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.198 Joseph. BJ 4.205 (English) >>Joseph. BJ 4.213

Powered by PhiloLogic